伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第36章 杀人凶手

有个人杀了人,被受害者的亲属追击。他来到尼罗河边,临面碰见一只狼,吓得他爬到河边的树上,待在那里藏起来。这时他又看见一条蛇悬挂在他的头顶上,他便纵身跳进河里。河里有条鳄鱼正在等着他,就把他吃了。

这则故事是说,对于有血污的人,无论是土、空气或水元素,都不是安全的。

32. ἀνδροφόνος

ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν λύκου αὐτῷ ἀπαντήσαντος φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον κἀκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ᾽ αὐτοῦ αἰωρούμενον ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν. ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο.

ὁ λόγος δηλοῖ,ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.